Ἔγχει, καὶ πάλιν εἰπέ, πάλιν, πάλιν “Ἡλιοδώρας”
εἰπέ, σὺν ἀκρήτῳ τὸ γλυκὺ μίσγ᾽ ὄνομα:
καί μοι τὸν βρεχθέντα μύροις καὶ χθιζὸν ἐόντα,
μναμόσυνον κείνας ἀμφιτίθει στέφανον.
δακρύει φιλέραστον ἰδοὺ ῥόδον, οὕνεκα κείναν
ἄλλοθι, κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.
Meleager of Gadara