τὸ Quotes
Μη μου τους κύκλους τάραττε (Mè mou tous kuklous taratte)
Fazıl Say
Quote Image
Ἐπισκήπτειν μὲν ἔχειν οὐδέν, πλὴν ὅτι πολλὰ τῶν ἡδέων ὁ βίος διὰ τὴν δόξαν καταλαζονεύεται. Ἡμεῖς γὰρ ὁπότ' ἀρχόμεθα ζῆν, τότ' ἀποθνῄσκομεν. Οὐδὲν οὖν ἀλυσιτελέστερόν ἐστι φιλοδοξίας.
Socrates of Rhodes
Συνεχές τε … πολυτελὲς ἀνάλωμα εἶναι τὸν χρόνον.
Socrates of Rhodes
Ἐφ' ἑκάστου τῶν προσπιπτόντων μέμνησο ἐπιστρέφων ἐπὶ σεαυτὸν ζητεῖν, τίνα δύναμιν ἔχεις πρὸς τὴν χρῆσιν αὐτοῦ. ἐὰν καλὸν ἴδῃς ἢ καλήν, εὑρήσεις δύναμιν πρὸς ταῦτα ἐγκράτειαν· ἐὰν πόνος προσφέρηται, εὑρήσεις καρτερίαν· ἂν λοιδορία, εὑρήσεις ἀνεξικακίαν. καὶ οὕτως ἐθιζόμενόν σε οὐ συναρπάσουσιν αἱ φαντασίαι.
Epictetus
Quote Image
Ἁ φίλερως χαροποῖς Ἀσκληπιὰς οἷα γαλήνης
ὄμμασι συμπείθει πάντας ἐρωτοπλοεῖν.
Meleager of Gadara
Ἔγχει, καὶ πάλιν εἰπέ, πάλιν, πάλιν “Ἡλιοδώρας”
  εἰπέ, σὺν ἀκρήτῳ τὸ γλυκὺ μίσγ᾽ ὄνομα:
καί μοι τὸν βρεχθέντα μύροις καὶ χθιζὸν ἐόντα,
  μναμόσυνον κείνας ἀμφιτίθει στέφανον.
δακρύει φιλέραστον ἰδοὺ ῥόδον, οὕνεκα κείναν
  ἄλλοθι, κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.
Meleager of Gadara